ΜΗΤΡΟΠΟΛΙΤΟΥ
ΑΔΡΙΑΝΟΥΠΟΛΕΩΣ ΑΜΦΙΛΟΧΙΟΥ
ΛΟΓΟΣ ΕΠΙ Τῌ ΕΑΥΤΟΥ
ΧΕΙΡΟΤΟΝΙᾼ,
ΦΑΝΑΡΙΟΝ,
ιη’ Ὀκτωβρίου ,βιδ’
Παναγιώτατε
καὶ πανσέβαστέ
μοι, Πάτερ καὶ Δέσποτα,
Σεβασμιώτατοι
ἅγιοι Ἀρχιερεῖς,
Ἱερὲ τῶν Κληρικῶν καὶ μοναχῶν κατάλογε,
ἀγαπητοὶ ἐν Χριστῷ ἀδελφοί,
«Ἴδιον ἀρχιερέως τὸ προσφέρειν δῶρα τῷ τῶν ὅλων Θεῷ. Τούτου
χάριν ὁ Μονογενὴς ἐνανθρωπήσας,
καὶ τὴν ἡμετέραν φύσιν ἀναλαβὼν,
ταύτην ὑπὲρ ἡμῶν προσενήνοχε»1,
λέγει ὁ Κύρου
Θεοδώρητος διερμηνεύων τόν μέγα τὸν ἐθνῶν Ἀπόστολον2. Καὶ κατὰ πρῶτον μὲν δῶρα λέγει αὐτὴν τὴν
φρικωδεστάτην καὶ ἀναίμακτον ἱερουργίαν ἐν δευτέροις δὲ, πᾶν τί τὸ καθ΄ ἑαυτόν∙ βίον, πολιτείαν, ἔργα, λόγια,
καρδίαν, νοῦν, χαρίσματα, τάλαντα, ψυχὴν καὶ ὑπόστασιν. Ταῦτα πάντα, ὡς θυσίαν καὶ ὁλοκάρπωμα ὑπὸ τοῦ ἀρχιερέως προσφέρονται Κυρίῳ τῷ Θεῶ καθ’ ἡμέραν καὶ ἐν τῷ βίῳ ὁλοκλήρῳ.
Συνέχει μὲ ὁ λόγος καὶ δειλιῶν διαλογίζομαι: «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;»3∙ τί ἀνταποδώσω τῇ Μεγάλῃ Ἐκκλησίᾳ περὶ πάντων ὧν ἐδωρήσατό μοι; τί ἀνταποδώσω Σοι τῷ Πρώτῳ τῆς Οἰκουμένης Ἱεροθύτῃ καὶ Δεσπότη περὶ πάντων ὧν ἐχαρίσατό μοι; Πτωχός εἰμι ἐγὼ καὶ πένης, καὶ οὐ δυνάμαι κατ’ ἀξίαν προφέρειν δωρήματά τε καὶ ἁγιστείας τῷ τῶν ὅλων Δεσπότῃ. Ἐνδεὴς καὶ ἐξουθενημένος
καὶ ἡ ἰσχὺς μου ἐγκατέλειπέ
με καὶ οὐ δύναμαι τὸ τῆς Ἀρχιερωσύνης ἔμπονον βαστάζειν.
Τετάρακται ἡ καρδία μου, καὶ ἐσαλεύθησαν οἱ πόδες μου
καὶ ἔμφοβος ἐγενόμην διὰ τῆς εὐεργεσίας τὸ ὑπερβάλον καὶ τῆς Πατριαρχικῆς Σου
καρδίας τὸ εὐσυμπάθητον καὶ ἀγαπητικόν.
Τί δώσῃ μοι ψαλτήριον τερπνὸν δεκάχορδον καὶ κιθάραν ἡδυμελίφθογγον; Τίς δανείσῃ μοι φωνὴν ἡδύμολπόν τε καὶ λυγηρά; Τίς κατασκευάσῃ σάλπιγγαν χαλκίνην; Τίς προσφέρῃ μοι γλῶτταν εὐδίνητον ὑπὲρ κάλαμον γραμματέως ὀξυγράφου διὰ νὰ παραστήσω τῆς δωρεᾶς τὸ ἀμήχανον, τῆς εὐλογίας τὸ δυσεξαρίθμητον καὶ ἐν ταυτῷ τῆς εὐχαριστίας τὸ ἄπειρον.
Διπλῆν καὶ πολλαπλῆν αἰσθάνομαι, τὴν ἱερὰν καὶ μοναδικὴν ταύτην ὥραν, τὴν δωρεὰν τοῦ Δεσπότου, ἀλλὰ καὶ τὴν τιμὴν καὶ τὴν εὐεργεσίαν καὶ τὴν εὐθύνην. Κατεστάθην
σήμερον, ἀπείρῳ Θεοῦ συγκαταβάσει καὶ Πατριαρχικῇ Σου παρακελεύσει
Ἐπίσκοπος τῆς Πρωταρίστου
Ἐκκλησίας καὶ τέκνον Σόν,
τέκνον Πατρὸς περιφανοῦς, τοῦ ἀγγέλου τῆς κατὰ τὴν Βασιλίδα τῶν Πόλεων Ἐκκλησίας, τοῦ ἀστέρος τοῦ τηλαυγοῦς καὶ ὑπεράλλου, τοῦ Οἰκουμενικοῦ Πατριάρχου καὶ κοινοῦ Πατρός πάντων ἡμῶν!!!
Εὐχαῖς καὶ ἱκεσίαις Σαῖς καὶ τῶν ἁγίων Ἀρχιερέων ἐπεφοίτησε πρὸ μικροῦ τὸ ἀκτιστοσυμπλαστουργοσύνθρονον
καὶ τελεταρχικὸν Πνεῦμα, τὸ Πνεῦμα τῆς ἀληθείας ἐπ’ ἐμὲ τὸν μικρὸν ἐν ἀδελφοῖς πολλοῖς καὶ ἔχρισέ με ἐλαίῳ ἀγαλλιάσεως
πνευματικῷ καὶ εἰσήγαγέ με εἰς τὰ ἐνδότερα τοῦ
καταπετάσματος, εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς τὴν πληρότητα τῶν χαρισμάτων καὶ περικεκάλυψέ με τῇ τῆς ἀρχιερωσύνης
χάριτι.