Σάββατο 16 Νοεμβρίου 2013

17η Νοεμβρίου, Κυριακή Θ΄Λουκά: ΤΥΠΙΚΟ


17η Νοεμβρίου 2013

Κυριακή: Θ΄ ΛΟΥΚΑ 

Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Γρηγορίου, 
Ἐπισκόπου Νεοκαισαρείας, τοῦ Θαυματουργοῦ. 
Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Γενναδίου καί Μαξίμου, 
Πατριαρχῶν Κωνσταντινουπόλεως.

Ἦχος δ΄ – Ἑωθινόν Ι΄


Ἀπόστολος: Κυριακῆς κα΄ ἑβδομάδος Ἐπιστολῶν· «Εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος...» (Γαλ. β΄ 16-20).

Εὐαγγέλιον: Κυριακῆς θ΄ ἑβδομάδος Λουκᾶ˙·«Ἀνθρώπου τινός πλουσίου...» (Λουκ. ιβ΄ 16-21).



Δείτε το Τυπικό από τα Δίπτυχα της Εκκλησίας της Ελλάδος

Δείτε το Τυπικό σύμφωνα με την Μοναχική Διάταξη

Δείτε ολόκληρη την ακολουθία του Όρθρου και της Θ. Λειτουργίας



Ευαγγέλιο Κυριακής: Λουκ. ιβ΄ 16-21
Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· 17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18 καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου, 19 καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20 εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; 21 οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Απόστολος Κυριακής: Γαλ. β, 16-20

Αδελφοί, 16 εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. 




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου